Ἐξέδυσάν με τὰ ἱμάτιά μου… Salvador Dali
ΕΞΕΔΥΣΑΝ ΜΕ ΤΑ ΙΜΑΤΙΑ ΜΟΥ
Ἐξέδυσάν με τὰ ἱμάτιά μου, καὶ ἐνέδυσάν με χλαμύδα κοκκίνην, ἔθηκαν ἐπὶ τὴν κεφαλήν μου, στέφανον ἐξ ἀκανθῶν, καὶ ἐπὶ τὴν δεξιάν μου χεῖρα, ἔδωκαν κάλαμον, ἵνα συντρίψω αὐτούς, ὡς σκεύη κεραμέως.
Τὸν νῶτόν μου ἔδωκα εἰς μαστίγωσιν, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπεστράφη ἀπὸ ἐμπτυσμάτων, βήματι Πιλάτου παρέστην, καὶ σταυρὸν ὑπέμεινα, διὰ τὴν τοῦ κόσμου σωτηρίαν.
